Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.278 Dem. 19.281 (English) >>Dem. 19.284

19.280τί οὖν, ἄνδρες Ἀθηναῖοι; τούτων οὕτως ἐχόντων, ὑμεῖς <ἐξ> ἐκείνων τῶν ἀνδρῶν ὄντες, οἱ δὲ καὶ τινὲς αὐτῶν ἔτι ζῶντες, ὑπομενεῖτε τὸν μὲν εὐεργέτην τοῦ δήμου καὶ τὸν ἐκ Πειραιῶς, Ἐπικράτην, ἐκπεσεῖν καὶ κολασθῆναι; καὶ πάλιν πρώην Θρασύβουλον ἐκεῖνον τὸν Θρασυβούλου τοῦ δημοτικοῦ καὶ τοῦ ἀπὸ Φυλῆς καταγαγόντος τὸν δῆμον, τάλαντα δέκʼ ὠφληκέναι, καὶ τὸν ἀφʼ Ἁρμοδίου καὶ τῶν τὰ μέγιστʼ ἀγάθʼ ὑμᾶς εἰργασμένων, οὓς νόμῳ διὰ τὰς εὐεργεσίας ἃς ὑπῆρξαν εἰς ὑμᾶς ἐν ἅπασι τοῖς ἱεροῖς ἐπὶ ταῖς θυσίαις σπονδῶν καὶ κρατήρων κοινωνοὺς πεποίησθε, καὶ ᾄδετε καὶ τιμᾶτʼ ἐξ ἴσου τοῖς ἥρωσι καὶ τοῖς θεοῖς, 19.281τούτους μὲν πάντας τὴν ἐκ τῶν νόμων δίκην ὑπεσχηκέναι, καὶ μήτε συγγνώμην μήτʼ ἔλεον μήτε παιδία κλάονθʼ ὁμώνυμα τῶν εὐεργετῶν μήτʼ ἄλλο μηδὲν αὐτοὺς ὠφεληκέναι· τὸν δʼ Ἀτρομήτου τοῦ γραμματιστοῦ καὶ Γλαυκοθέας τῆς τοὺς θιάσους συναγούσης, ἐφʼ οἷς ἑτέρα τέθνηκεν ἱέρεια, τοῦτον ὑμεῖς λαβόντες, τὸν τῶν τοιούτων, τὸν οὐδὲ καθʼ ἓν χρήσιμον τῇ πόλει, οὐκ αὐτόν, οὐ πατέρα, οὐκ ἄλλον οὐδένα τῶν τούτου, ἀφήσετε; 19.282ποῖος γὰρ ἵππος, ποία τριήρης, ποία στρατεία, τίς χορός, τίς λῃτουργία, τίς εἰσφορά, τίς εὔνοια, ποῖος κίνδυνος, τί τούτων ἐν παντὶ τῷ χρόνῳ γέγονεν παρὰ τούτων τῇ πόλει; καίτοι κἂν εἰ ταῦτα πάνθʼ ὑπῆρχεν, ἐκεῖνα δὲ μὴ προσῆν, δικαίως καὶ προῖκα πεπρεσβευκέναι, ἀπολωλέναι δήπου προσῆκεν αὐτῷ. εἰ δὲ μήτε ταῦτα μήτʼ ἐκεῖνα, οὐ τιμωρήσεσθε;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.278 Dem. 19.281 (English) >>Dem. 19.284

Powered by PhiloLogic